29 Νοεμβρίου 2015 Νικηφόρου Θεοτόκη, Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως ἀπόσπασμα ὁμιλίας στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς εἰκοστῆς πέμπτης Κυριακῆς (Ἐφεσ. δ´ 1-7) Γ´ Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ» Μέρος Β´: ΑΝΟΧΗ, ΑΓΑΠΗ καὶ ΑΔΙΑΦΟΡΙΑ – Β´ . Γνωστὰ καὶ φανερὰ εἰσι τὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα τὰ ἐκ τῆς ἀδιαφορίας προερχόμενα καὶ ὅμως τινὲς νομίζουσιν, ὅτι ἡ ἀδιαφορία οὐκ ἔστιν ἁμαρτία, ἐπειδὴ οὐδὲ ἐντολή, οὐδὲ νόμος αὐτὴν ἐμποδίζει. «Μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς». Καὶ τί ἄλλο ἐστὶν ἡ ἀδιαφορία, εἰμὴ παντελὴς ἀθέτησις τῆς δευτέρας ἐντολῆς τοῦ Θεοῦ, ἤγουν τῆς τοῦ πλησίον ἀγάπης; Τίς ἐστιν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἀγαπᾶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν, ἔπειτα βλέπων αὐτὸν δυστυχοῦντα ἢ δυστυχίαν κοσμικήν, ἢ συμφορὰν ψυχικήν, καὶ δυνάμενος βοηθῆσαι αὐτῷ, διαμένει ἀκίνητος καὶ ἀναίσθητος, παραβλέπων τὴν τούτου ἀπώλειαν; Ἀνοίξατε τὴν θείαν γραφήν, καὶ ἴδετε ἐκεῖ τὴν δικαιοτάτην κρίσιν τοῦ Θεοῦ κατὰ τῶν ἀδιαφορούντων. Ὁ Ἡλὶ ὁ ἱερεὺς μετὰ πάσης προσοχῆς καὶ εὐλαβείας ἐπλήρωσε τὸ ἱερατικὸν αὐτοῦ ἐπάγγελμα, καὶ μετὰ πάσης δικαιοσύνης ἔκρινε τὸν λαὸν τοῦ Ἰσραήλ· ὅμως οἱ υἱοὶ αὐτοῦ, ὁ Ὀφνί, καὶ Φινεές, κατεφρόνουν τὸν Θεόν, ἁρπάζοντας βιαίως, πρὶν ἢ προσενεχθῇ ἡ θυσία, τὰ ἐκλεκτότερα μέρα τοῦ κρέατος τῶν ζώων, τῶν θυσιαζομένων τῷ Θεῷ. Ὁ δὲ Ἡλὶ ταῦτα ἀκούων, οὐδὲ ὡς προεστὼς τῶν ἱερέων ἐνεπόδισε τὴν ἀνομίαν, οὐδὲ ὡς κριτὴς τοῦ λαοῦ ἐπαίδευσε τοὺς ἀνομοῦντας, οὐδὲ ὡς πατὴρ διώρθωσε τοὺς ἁμαρτάνοντας υἱοὺς αὑτοῦ· εἴτε δὲ ὑπὸ τῆς ἀμελείας νικώμενος, εἴτε ὑπὸ τῆς πατρικῆς ἀγάπης τυφλούμενος, τοῦτο μόνο ἔλεγε πρὸς τοὺς υἱοὺς αὐτοῦ. «Μὴ τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν Θεῷ». Ἀκούσατε δὲ τὴν περὶ τούτου δικαιοτάτην τοῦ Θεοῦ ἀπόφασιν· πρῶτον μὲν ἐλέγχει ὁ Θεὸς τὸν Ἡλί, ὥσπερ ἄν εἰ αὐτὸς ἔπραττε ταύτην τὴν ἁμαρτίαν· «Ἵνα τί, εἶπε πρὸς αὐτόν, ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου ἀναιδεῖ ὀφθαλμῷ, καὶ ἐδόξασας τοὺς υἱοὺς ὑπὲρ ἐμὲ εὐλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;» Ἔπειτα ἐφανέρωσεν εἰς αὐτὸν τὴν τιμωρίαν, δι’ ἧς ἔμελλεν αὐτὸν παιδεῦσαι. «Καὶ τοῦτό σοι, εἶπε, τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύω υἱούς σου, Ὀφνὶ καὶ Φινεές, ἐν μιᾷ ἡμέρα ἀποθανοῦνται ἀμφότεροι»· τοῦτο δὲ καὶ ἐγένετο, διότι εἰς μίαν καὶ τὴν αὐτὴν ἡμέραν ἐφονεύθησαν οἱ δύω υἱοὶ αὐτοῦ ὑπὸ τῶν ἀλλοφύλων· τοῦτο δὲ ἀκούσας ὁ γέρων Ἡλί, ἔπεσεν ἀπὸ τοῦ δίφρου ἐν ᾧ ἐκάθητο, καὶ συντρίψας τὸ νῶτον αὐτοῦ, ἀπέθανε. «Καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι ἔτη». . Παράδειγμα τοῦτο φοβερόν· ἐκ τούτου καθεὶς βλέπει, ὅτι, ὅστις ἔχει μὲν δικαίωμα καὶ ἐξουσίαν πρὸς τὸ ἐμποδίσαι τοὺς ἁμαρτάνοντας, αὐτὸς δὲ οὐκ ἀγωνίζεται παντὶ τρόπῳ, ἵνα στήσῃ τῆς ἀνομίας τὸ ῥεῦμα, κἂν ἔχῃ πίστιν, κἂν ἔχῃ ἀρετήν, κἂν ἐκπληροῖ θεοπρεπῶς τὸ ἐπάγγελμα αὑτοῦ, ἐλέγχεται ὅμως ὑπὸ τοῦ Θεοῦ, καὶ παιδεύεται, ὡς καὶ αὐτοὶ οἱ ἁμαρτάνοντες. Προεστῶτες ἐκκλησιαστικοί, βασιλεῖς τῆς γῆς, ἄρχοντες κοσμικοί, οἰκοδεσπόται, πατέρες, μητέρες, ἄνθρωποι πάντες, ὅσοι δύνασθε ἐμποδίσαι τὸ κακόν, καὶ οὐκ ἐμποδίζετε αὐτό, ἀλλὰ παραβλέπετε, καὶ σιωπᾶτε, καὶ κοιμᾶσθε, μνημονεύετε διὰ παντὸς τὸ φοβερώτατον τοῦ Ἡλὶ παράδειγμα· βαστάζετε τῶν ἀδυνάτων τὰ ἀσθενήματα, ἐπειδὴ τοῦτό ἐστι ἀπαραίτητον, ἐπειδὴ τοῦτό ἐστιν ὠφέλιμον καὶ σωτήριον· Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν»· πλὴν βαστάζετε αὐτά, οὐχ ἵνα ἀρέσητε ἑαυτοῖς, ἀλλ’ ἵνα ὠφελήσητε τοὺς ἀδυνάτους· «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν». https://christianvivliografia.wordpress.com/2015/11/25/%E1%BC%80%CE%BD%CE%BF%CF%87%CE%AE-%E1%BC%80%CE%B3%CE%AC%CF%80%CE%B7-%CE%BA%CE%B1%E1%BD%B6-%E1%BC%80%CE%B4%CE%B9%CE%B1%CF%86%CE%BF%CF%81%CE%AF%CE%B1-3/