Δόξα. Καί νῦν. Ἦχος πλ. α΄. Ἰωάννου Μοναχοῦ.

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καί ἀγαλλιάσθω ἡ γῆ·

σήμερον γάρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καί ἀνθρώπων.

Ὤ τοῦ θαύματος! Ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱός τοῦ Θεοῦ, Υἱός ἀνθρώπου γίνεται·

καί Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καί ἡ Μήτηρ μετά τήν κύησιν, Παρθένος εὑρίσκεται·

ὁ σαρκωθεῖς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καί Ποιμένες κήρυκες, κοινωνοί τοῦ μυστηρίου γίνονται.Μάγοι ἐξ ἀνατολῶν τά δῶρα προσεκόμιζον, ὑπό ἀστέρος ὁδηγούμενοι, τόν τεχθέντα Σωτῆρα προσεκύνησαν.

Μεθ᾿ ὦν καί ἡμεῖς φιλέορτοι, τούς τῆς καρδίας θησαυρούς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, Πίστιν Ἐλπίδα καί Ἀγάπην, ὡς χρυσόν καί λιβανον καί σμύρναν, τῶν Ἀσωμάτων τήν φωνήν βοῶντες αὐτῷ·

Δόξα ἐν ὑψίστοις Θεῷ, καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,

τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς τό γένος ἡμῶν.

 Ἀπόστιχο Στιχηρό προσόμοιο

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Στιχ. Ἐκ γαστός πρό Ἐωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος καί οὐ μεταμεληθήσεται.

Λέξω πυνθανομένοις ὑμῖν, τά ὑπέρ λόγον καί διάνοιαν ἅπασαν, ἡ Κόρη φησί τοῖς Μάγοις· βλεπω γάρ νεύσει ὑμᾶς, ἀφικέσθαι ὦδε τοῦ Παιδίου μου.

Καινά καί παράδοξα, ὡς ὁρᾶτε, τά πράγματα· ὁ γάρ ἀχρόνως, τῷ Πατρί συννοούμενος, τήν πτωχείαν μου, ἑκουσίως ἐφόρεσεν· ὅπως καταπλουτήσειε, τούς γνώμῃ πτωχεύσαντας, καί Παραδείσου τήν θείαν, διαγωγήν ἀπολέσαντας.

Αὐτός ἐστιν οὖτος, ὁ δωρούμενος τῷ κόσῳ τό μέγα ἔλεος.

 Δόξα ἐν ὑψίστοις Θεῷ, καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,

τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς τό γένος ἡμῶν.


Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Nativity-Web-2