Εὐχή τοῦ Μ. Βασιλείου

Θεέ καί Κύριε τῶν δυνάμεων καί πάσης κτίσεως Δημιουργέ,
ὁ διά σπλάγχνα ἀνεικάστου ἐλέους Σου,
τόν μονογενῆ Σου Υἱόν, τόν Κύριον ἡμῶν Ἰησοῦ Χριστόν,
καταπέμψας ἐπί σωτηρίᾳ τοῦ γένους ἡμῶν, καί διά
τοῦ τιμίου αὐτοῦ Σταυροῦ τό χειρόγραφον τῶν
ἁμαρτιῶν ἡμῶν, διαρρήξας, καί θριαμβεύσας ἐν αὐτῷ
τάς ἀρχάς καί ἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε,
πρόσδεξαι καί ἡμῶν τῶν ἁμαρτωλῶν τάς εὐχαριστηρίους ταύτας
καί ἱκετηρίους ἐντεύξεις καί ῥῦσαι ἡμᾶς ἀπό παντός ὀλεθρίου καί σκοτεινοῦ παραπτώματος καί πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν
καί ἀοράτων ἐχθρῶν.Καθήλωσον ἐκ τοῦ φόβου Σου τάς σάρκας ἡμῶν, καί μή ἐκκλίνῃς
τάς καρδίας ἡμῶν εἰς λόγους ἤ εἰς λογισμούς πονηρίας,
ἀλλά τῷ πόθῳ Σου τρῶσον ἡμῶν τάς ψυχάς·
ἵνα πρός Σέ διά παντός ἀτενίζοντες, καί τῷ παρά Σου φωτί
ὁδηγούμενοι, Σέ τό ἀπρόσιτον  καί ἀΐδιον κατοπτεύοντες φῶς,
ἀκατάπαυστον Σοι τήν ἐξομολόγησιν καί εὐχαριστίαν
ἀναπέμπωμεν τῷ ἀνάρχῳ Πατρί, σύν τῷ μονογενεῖ σου Υἱῷ,
καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Πηγή:ἠλεκτρονικό ταχυδρομεῖο