Ἅγιος Νήφων

ἐπίσκοπος Κωνσταντιανῆς

Ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅν φρίττει καί τρέμει τά ὁρατά καί τά ἀόρατα, ἐπίβλεψον ἐπί τήν προσευχήν τοῦ ἀχρείου δούλου σου, τοῦ ἐν ἀνομίαις πολλαῖς ἀναστρεφομένου. Σύ γάρ εἶ, Κύριε, ὁ κατελθών ἐκ τῶν κόλπων τῶν πατρικῶν, ὄθεν οὐκ ἐχωρίσθης, λαθών τάς οὐρανίους Δυνάμεις, καί εἰσδύς εἰς τήν ἄχραντον μήτραν τῆς δεδοξασμένης Μητρός σου Μαρίας τῆς Θεοτόκου.
Καινόν τό θαῦμα καί θεοπρεπές· τῆς παρθενίας γάρ αὐτῆς τήν κεκλεισμένην πύλην σαφῶς διοδεύει Κύριος, γυμνός ἐν εἰσόδῳ·

σαρκοφόρος δ᾿ ὤφθη ἐν ἐξόδῳ Θεός , καί μένει ἡ πύλη κεκλεισμένη, ὡς ἦν καί πρό τοῦ τόκου.Εἰσῆλθες γάρ τέλειος Θεός καί ἐξῆλθες τέλειος ἄνθρωπος ἐν δυσί φύσεσι καί δυσί οὐσίαις, μιᾷ δέ τῆ ὑποστάσει, δυσί καί θελήμασιν.

Εἷς Κύριος Ἰησοῦ Χριστός, Λόγος καί ἀπαύγασμα τοῦ Πατρός, μορφήν δούλου λαβών, ὅμοιος τῷ Πατρί σου ὑπάρχων κατά πάντα χωρίς ἀγεννησίας, ὅμοιος δ᾿ ἡμῖν γενόμενος ἐκτός τῆς ἁμαρτίας·

οὕτω τοῖς ἀνθρώποις συνανεστράφης, φοβερά θαυμάσια ἐκτελέσας πρός ἔνδειξιν καί πίστευσιν τῆς ἀχράντου σου θεότητος.

Μή οὖν ἐγκαταλίπῃς με ἀπολέσθαι, Κύριέ μου Ἰησοῦ Χριστέ, διά τό πλῆθος τῶν ἀνομιῶν μου, ἀλλ᾿ ἐμφάνηθί μοι, Δέσποτα, τῇ ὥρᾳ ταύτῃ ἐν ἐλέει καί οἰκτιρμοῖς, ἐπισκιάζων με τῷ Πνεύματί σου τῷ ἁγίῳ.

Ἐλθέ, οἰκτίρμον καί πανάγαθε, πρός παράκλησιν τῆς ἀθλίας μου ψυχῆς, καί εὐωδίασόν με ἐν τῇ λαμπρότητί σου καί τῷ κάλλει σου.

Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος, αἶνος καί δόξα εἰς τούςαἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Ἀπό τό βιβλίο: “Ἕνας ἀσκητής ἐπίσκοπος”

Ἱερᾶς Μονῆς Παρακλήτου Ὠρωπός Ἀττικῆς

 

Εὐχαριστοῦμε θερμά τόν Ἡγούμενο τῆς Ἱ.Μ. Παρακλήτου γιά τήν ἄδεια δημοσίευσης ἀποσπασμάτων ἀπό τά βιβλία πού ἐκδίδει ἡ Ἱερά  Μονή.
Ἱερομόναχος Σάββας Ἁγιορείτης
http://HristosPanagia3.blogspot.com