Theotokos of Vladimir

Ἦχός βαρύς

«Ὥς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τούς ἐπί σοί πεποιθότας, Πανύμνητε, ἐκ λάκκου καί βυθοῦ πταισμάτων ἀνάγαγε·
σύ γάρ τούς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας τεκοῦσα τήν σωτηρίαν, ἡ πρό τόκου παρθένος, καί ἐν τόκῳ παρθένος, καί μετά τόκον πάλιν οὖσα παρθένος»

Ἦχός πλ. α΄

«Μήτηρ Θεοῦ Παναγία, τό τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ρῦσαι λαόν σου συνήθως κραυγάζοντά σοι ἐκτενῶς· 
Ἀντιτάχθητι αἰσχροῖς καί ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμεν σου·  Χαῖρε Ἀειπάρθενε»
«Ὑπό τήν σήν εὐσπλαγχνίαν καταφεύγομεν, Θεοτόκε. Τάς ἡμῶν ἱκεσίας μή παρίδῃς ἐν περιστάσει, ἀλλ᾿ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ἁγνή, μόνη εὐλογημένη»

  Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.