Θεοτοκίον.  

Μόνη, τόν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ἄνθρωπον γενόμενον, δι᾿ ἀγαθότητα, Παναγία Θεόνυμφε· διό δυσωπῶ σε, τῶν στενοχωρούντων με, παθῶν ἀπάλλαξον· ὅπως τήν στενήν καί εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τήν ἐπί ζωήν Παρθένε φέρουσαν.