«οὐ μή σε ἀνῶ οὐδ᾿ οὐ μή σε ἐγκαταλίπω·
ὥστε θαρροῦντας ἡμᾶς λέγειν·

 Κύριος  ἐμοί βοηθός, καί οὐ φοβηθήσομαι· 
τί ποιήσει μοι ἄνθρωπος;

Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν,
οἵτινες ἐλάλησαν ὑμῖν τόν λόγον τοῦ Θεοῦ,
ὥν ἀναθεωροῦντες τήν ἔκβασιν τῆς ἀναστροφῆς
μιμεῖσθε τήν πίστιν.

Ἰησοῦς Χριστός χθές καί σήμερον ὁ αὐτός καί εἰς τούς αἰῶνας».(Πρός Ἑβρ. ιγ΄5 – 7).