Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἔχων ἀγάπην Θεοῦ,
ὅτι τὸν Θεὸν ἐν ἑαυτῷ περιφέρει·
ὅτι ὁ Θεὸς ἀγάπη ἐστί,
καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει.
Ὁ ἔχων ἀγάπην, πάντων σὺν Θεῷ περιγίνεται.
«Ὁ ἔχων ἀγάπην οὐ φοβεῖται»·
ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον.
Ὁ ἔχων ἀγάπην, οὐδένα βδελύσσεταί ποτε·
οὐ μικρόν, οὐ μέγαν, οὐκ ἔνδοξον, οὐκ ἄδοξον,
οὐ πένητα, οὐ πλούσιον·
ἀλλὰ πάντων περίψημα γίνεται.
Πάντα στέγει, πάντα ὑπομένει.
 
Ὁ ἔχων ἀγάπην, οὐκ ἐπαίρεται κατά τινος·
οὐ φυσιοῦται·
οὐδενὸς καταλαλεῖ,
ἀλλὰ καὶ τοὺς καταλαλοῦντας ἀποστρέφεται.
Ὁ ἔχων ἀγάπην, ἐν δόλῳ οὐ πορεύεται·
οὐχ ὑποσκελίζεται ἢ ὑποσκελίζει τὸν ἀδελφόν.
Ὁ ἔχων ἀγάπην, οὐ ζηλοῖ, οὐ φθονεῖ,
οὐ βασκαίνει, οὐ χαίρει ἐπὶ πτώσει ἑτέρων·
οὐ διασύρει τὸν πταίοντα,
ἀλλὰ συλλυπεῖται καὶ συναντιλαμβάνεται·
οὐ παρορᾷ τὸν ἀδελφὸν ἐν ἀνάγκῃ,
ἀλλὰ συνεπαμύνει καὶ συναποθνῄσκει.
Ὁ ἔχων ἀγάπην, τὸ θέλημα ποιεῖ τοῦ Θεοῦ
καὶ μαθητὴς αὐτοῦ ἐστιν·
αὐτὸς γὰρ ὁ καλὸς ἡμῶν ∆εσπότης εἶπεν·
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε,
ἐὰν ἀγαπᾶτε ἀλλήλους.

Ὁ ἔχων ἀγάπην οὐδέποτέ τι ἑαυτῷ περιποιεῖται·
οὐ λέγει ἑαυτοῦ ἴδιον οὐδέν·
ἀλλὰ πάντα, ὅσα ἔχει,
κοινὰ τοῖς πᾶσι προτίθησιν.
Ὁ ἔχων ἀγάπην, ἀλλότριον οὐδένα λογίζεται,
ἀλλὰ πάντας ἰδιοποιεῖται.
Ὁ ἔχων ἀγάπην, οὐ παροξύνεται, οὐ φυσιοῦται,
οὐκ ἐξάπτεται εἰς ὀργήν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,
ἐπὶ ψεύδει οὐκ ἐνδελεχίζει, ἐχθρὸν οὐδένα ἡγεῖται,
εἰ μὴ μόνον τὸν ∆ιάβολον.
Ὁ ἔχων ἀγάπην, πάντα ὑπομένει·
χρηστεύεται·
μακροθυμεῖ.
Μακάριος οὖν ὁ τὴν ἀγάπην κεκτημένος
καὶ μετ’ αὐτῆς ἀποδημήσας πρὸς τὸν Θεόν·
ὅτι αὐτὸς τὸ ἴδιον ἐπιγινώσκων,
προσδέξεται αὐτὸν ἐν τοῖς κόλποις αὑτοῦ·
ὁμοδίαιτος γὰρ Ἀγγέλων ἔσται
καὶ σὺν Χριστῷ βασιλεύσει ὁ τῆς ἀγάπης ἐργάτης.
∆ι’ αὐτῆς γὰρ καὶ Θεὸς Λόγος ἐπὶ τῆς γῆς παρεγένετο·
δι’ αὐτῆς καὶ ὁ παράδεισος ἀνέῳκται ἡμῖν,
καὶ ἄνοδος εἰς οὐρανὸν ἀνεδείχθη πᾶσιν.
Ἐχθροὶ ὑπάρχοντες τῷ Θεῷ,
δι’ αὐτῆς κατηλλάγημεν.
Εἰκότως οὖν εἴπομεν ὅτι ἡ ἀγάπη ὁ Θεός ἐστι·
καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει.
 
 
https://orthodoxfathers.com/logos/Peri-agapis-Osiou-Ephraim-tou-Surou