Προεόρτιον

Μεγάλος ὁ Θεός ἀγαπήσας τόν κόσμον, τόν Ἀγγελον βουλῆς ἑαυτοῦ τῆς μεγάλης, τῷ κόσμῳ μέν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τόν Υἱόν αὐτοῦ, ἐκ τῆς Ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεέμ τῷ Σπηλαίῳ, ταχύ ὅν δοξάσομεν.

Προεόρτιον

 Ὑπόδεξαι Βηθλεέμ, τήν τοῦ Θεοῦ μητρόπολιν· φῶς γάρ τό ἄδυτον ἐπί σέ, γεννήσαι ἥκει.Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπί τῆς γῆς.
Μάγοι ἐκ Περσίδος,τό τρισσόκλεον δῶρον προσκομίσατε·
Ποιμένες ἀγραυλοῦντες, τόν τρισάγιον ὕμνον μελῳδήσατε·
πᾶσα πνοή αἰνεσάτω τόν Παντουργόν.

Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος,αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.