Προσόμοιον. Ἦχος Β΄.

Ὅτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

Σῶσαι τό σόν πλάσμα βουληθείς, τῆς Οἰκονομίας τό ὄντως μέγα Μυστήριον, χάριν ἐξεπλήρωσας, ὧ Ἰησοῦ Ἀγαθέ, καί τιμῇ ἐξηγόρασας τόν σύμπαντα Κόσμον, Αἵματος τιμίου σου, Χριστέ γλυκύτατε·

 ὅθεν σοῦ δεόμεθα πίστει, στήριξον ἡμᾶς Ἰησοῦ μου, ἐν ταῖς ἐντολαῖς σου, Ὑπεράγαθε.

Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.