ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΛΕΠΡΟΥ
 
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ : ΕΔΩ
ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ δ΄. τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου καί θεοφόρου Πατρός ἡμῶν Νικηφόρου τοῦ λεπροῦ, τοῦ ἐν Χίῳ ἐπ’ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καί ἐν ἀσκήσει διαπρέψαντος.
 
Σχῆμα Μοναχῶν φορέσας Νικηφόρος, τύπος προσευχῆς ἐγένετο ἀπαύστου. 
 
Ἰανουαρίου τετράδι σάρξ λεπρῶσα Νικηφόρου χθονί ἐτάφη, πνεῦμα δέ ὁλόλαμπρον ἐν οὐρανοῖς ἀνέπτη. 
Οὗτος ὁ πανίερος καί ἐν ὁσίοις θαυμαστός πατήρ ἡμῶν Νικηφόρος, πατρίδα ἐπίγειον ἔσχε τό χωρίον Σηρικάριον τῆς μεγαλονήσου Κρήτης, ἔνθα ἐγεννήθη περί τά τέλη τοῦ δεκάτου ἐνάτου αἰῶνος (ἐν ἔτει 1890), ἐκ γονέων εὐσεβῶν καί τάς ἀρετάς ἐν ἁπλότητι ψυχῆς καί πίστει ἐπιμελουμένων. Τούτους, τήν παιδικήν ἔτι ἄγων ἡλικίαν ἐστερήθη, τήν δέ κηδεμονίαν αὐτοῦ ἀνέλαβεν ὁ ἐκ πατρός πάππος του Ἰωάννης Τζανακάκης. Τῇ θλίψει τῆς ὀρφανίας προσετέθη πάραυτα καί ἡ ἀνύποιστος ὀδύνη τῆς λέπρας καί τά ἐκ ταύτης ὅσα ἀλγεινά. Τό ἐμφανές τῶν στιγμάτων τῆς φοβερωτάτης καί ἀνιάτου ἔτι νόσου ταύτης, ἠνάγκασαν τόν δεκαεξάχρονον Νικόλαον, ὅπως μεταβῇ ἐκ τῶν Χανίων τῆς Κρήτης, ἔνθα τήν τοῦ κουρεύειν τέχνην ἐξεμάνθανεν, εἰς Ἀλεξάνδρειαν τήν μεγάλην. Κἀκεῖ ἐργαζόμενος τά τοῦ ζῆν ἐξοικονόμει καί τοῖς πολλοῖς φιλίαν συνάπτων, τῆς ἀγαθῆς καί καθαρᾶς αὐτοῦ καρδίας τήν ἀγάπην ἔκδηλον ἐποίει. Τιμήν δέ περισσήν προσνέμων τοῖς Ἀρχιερεῦσιν, ἱερεῦσι καί ἄλλοις ἐκκλησιαστικοῖς προσώποις, τήν αὐτῶν συμπαράστασιν ἀντέλαβεν ὡσαύτως.Τῇ συμβουλῇ ὅθεν καί ἐνισχύσει Ἀρχιερέως τοῦ Ἀλεξανδρινοῦ θρόνου, ἔφθασεν εἰς τήν ἱεράν τῆς Χίου νῆσον, παραδοθείς εἰς ὑπακοήν τελειωτάτην τοῦ μακαρίου καί ἐν ἀρεταῖς περιβοήτου Γέροντος Ἀνθίμου τοῦ Βαγιάνου. Οὗτος καταβαλών τό ποσόν τῶν τριάκοντα χρυσῶν λοϊζίων, ἐκ τῶν συναχθέντων πρός ἀνέγερσιν τῆς Ἱερᾶς Μονῆς «Παναγίας τῆς Βοηθείας», ἧς ἐγένετο κτίτωρ μετ’ ὀλίγον καί ἐν θαύμασι ξακουστός, συγκατερίθμησε τόν λεπρόν Νικόλαον εἰς τούς ἐγκαταβιοῦντας ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἐν ἔτει 1914. Μετά παρέλευσιν δύο ἐτῶν, ἔκειρε τοῦτον μεγαλόσχημον Μοναχόν, μετονομάσας αὐτόν Νικηφόρον. Τῷ ὄντι δέ ὕστερον ἡ κλῆσις τοῖς ἔργοις ἐπαληθεύσατο, καθ’ ὅσον ἐν ἀγῶσιν ἀσκητικοῖς διέπρεψεν οὗτος καί ἐν νίκαις ἱεραῖς ἐπεσφραγίσατο τούς κατά Θεόν αὐτοῦ καμάτους, γενόμενος ἀθλητής Χριστοῦ ἱκανώτατος. Ἐν καρτερίᾳ τῶν ἐκ τῆς λέπρας δεινῶν ἄκαμπτος, ἐν τῇ ὑπομονῇ ἀκέραιος, ἐν τῇ ἀσκήσει θαυμαστός. Νηστεύων οὐκ ἐπαύσατο, παρά τό ἀσθενές τοῦ πηλίνου σκεύους τῆς σαρκός, ἀπέχων καί αὐτοῦ τοῦ ἐλαίου τάς διατεταγμένας ὑπό τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας ἡμέρας. Τάς ἀγρυπνίας ἐξαιρέτως ἠγάπα, προσευχόμενος ἐν νυκτί εἰς τό κελλίον του, ἔνθα ἀμετρήτους μετανοίας ἄχρις ἐδάφους ἐποίει. Τῆς ἐκκλησιαστικῆς συνάξεως οὐδέποτε ἐχωρίζετο, μετέχων ἐνεργῶς ὡς ψάλτης εἰς τόν ἱερόν Ναόν τοῦ Ἁγίου Λαζάρου, ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἔνθα ἐφυλάσσετο καί ἡ θαυματουργός εἰκών τῆς «Παναγίας τῆς Ὑπακοῆς», 27 ἥν ἐπιμελῶς ἐπεχρύσωσε ὁ ὅσιος Ἄνθιμος, τῇ ἐν ὁράματι αὐτοῦ προσταγῇ τῆς Κυρίας Θεοτόκου. Τό ἱερόν ψαλτήριον καί πλῆθος τροπαρίων ἀπήγγειλε μετά ζήλου ἐπαινετοῦ καί ἀπό στήθους πλειστάκις ἔλεγεν, ὅταν ἡ ὅρασις αὐτοῦ ἐμειώθη καί ἐξέλιπε σύν καιρῷ. Τῆς ἐργασίας οὐχ ἠμέλει, περιποιούμενος τόν μικρόν του ἀνθόκηπον μετά τοῦ μαθητοῦ καί βοηθοῦ αὐτοῦ Θεοδώρου. Τῆς ἐγκρατείας τύπος ἐγένετο, ἀρκούμενος εἰς τά πλέον χρειώδη καί μοιράζων τά λοιπά. Τῆς πτωχείας καί ἀκτημοσύνης εἰκών τελεία ἐφάνη, τῆς προσευχῆς δέ κεφάλαιον καί θησαυρός πολύτιμος, τό τοῦ Παύλου πληρῶν ἐν ἀκριβείᾳ: «ἀδιαλείπτως προσεύχεσθε». Τῆς εἰρήνης φίλος μηδέποτε φιλονικῶν, τῆς εὐσεβείας ἐραστής, τῆς πίστεως σφραγίς, τῆς δέ παρηγορίας στόμα γλυκύτατον. Χαρισμάτων τιμίων πλήρης κρατήρ, διακρίσεως στάθμη, διοράσεως μέτρον, προοράσεως δέ ὀφθαλμός καθαρός, τά πόῤῥω ὡς ἐγγύς γινώσκων, ἐν τῷ σώματι ἔτι περιών, ἀλλά καί μετά θάνατον ἐξαίσια τοιαῦτα ἐπιτελῶν, Θεοῦ συνεργοῦντος. Τῇ ταπεινώσει τά ὑψηλά ἐκτήσατο, ὁ θεσπέσιος οὗτος Νικηφόρος, εἰς μέτρα φθάσας Ἀγγέλων. Διό καί πρό τοῦ τέλους αὐτοῦ ἤρθη μετέωρος ἐν καιρῷ νυκτός, καθ’ ὅν προσηύχετο, ὡς ἔβλεψεν αὐτόν Εὐμένιος, ὁ τούτου μαθητής, ὁ διαμένων ὡς ἱερουργός ἐν τῷ ἀντιλεπρικῷ σταθμῷ «Ἁγία Βαρβάρα» Ἀθηνῶν, ἔνθα μετέβη ὁ ὁσιώτατος Νικηφόρος ἀπό τοῦ ἔτους 1957, ὅτε ἔπαυσεν ἡ λειτουργία τοῦ λεπροκομείου τῆς Χίου. Εἰς τοῦτον τόν ἐνάρετον ἄνδρα καί θεῖον Εὐμένιον ἐνεχείρισε τήν ἐπιστολήν τοῦ Ἁγίου Ἀνθίμου, τοῦ Γέροντός του, ὁ λεπρός Νικηφόρος, λέγουσαν ἐν ἄλλοις: «Προσέξατε τοῦτον τόν θησαυρόν, τοῦτον τόν πολύτιμον μαργαρίτην…». Μαργαρίτης Χριστοῦ πάνυ ἀκριβός, θησαυρός προσευχῆς μέγα ὑπέρτιμος, ὁ λεπρός τῷ σώματι, πλήν καθαρώτερος χιόνος 28 τῇ ψυχῇ Νικηφόρος. Τῆς νήψεως διδάσκαλος, τῆς νοερᾶς προσευχῆς καθηγητής ἐμπειρότατος, τῆς καθαρᾶς καρδίας ἐπιμελούμενος τήν τελειότητα, τῆς ὁμιλίας μετά τοῦ Θεοῦ Ἀγγέλων ἐφάμιλλος, τῆς ἁρπαγῆς τοῦ νοός γνώστης δοκιμώτατος, τῆς ἐλευθερίας τοῦ πνεύματος ὑψιπέτης ἀετός, Θεοῦ ἐραστής, Θεοῦ στρατιώτης, Θεοῦ θεράπων, Θεόν ἀναπνέων, Θεοῦ εὐωδία τοῦ μόνου εὐλογητοῦ. Τόν Ἰώβ ἐμιμήσατο ἄχρι τέλους, ὅτε ἐν κλίνῃ κατέκειτο, τῶν μελῶν αὐτοῦ ἐκ τῆς λέπρας παραλυθέντων. Ὡς Λάζαρος ὁ ἐν πληγαῖς, ἐν πραότητι ἐκαρτέρει, τόν Θεόν δοξολογῶν, οὗ εἰς χεῖρας τήν ψυχήν αὐτοῦ παρέδωκεν, ἔν ἔτει 1964, τῇ τετάρτῃ Ἰανουαρίου μηνός, ἐνταφιασθείς ἐν τῷ Κοιμητηρίῳ τοῦ ἀντιλεπρικοῦ σταθμοῦ ἐν Ἀθήναις. Οὕτως ἐν ἀφανείᾳ μετέβη εἰς οὐρανούς, ὁ τῷ Θεῷ γνωστός καί οἰκεῖος καί υἱός ὑπήκοος Αὐτοῦ, Νικηφόρος ὁ λεπρός. Τά τίμια καί εὐωδιάζοντα καί χαριτόβρυτα αὐτοῦ λείψανα, ἐφυλάσσοντο εἰς θήκην μικροῦ κιβωτίου, ὑπό τοῦ πνευματικοῦ του τέκνου, Εὐμενίου ἱερομονάχου, ὅστις διηκόνησε τόν Ὅσιον τοῦτον ἐπί τῷ τέλει τῆς ἐπί γῆς αὐτοῦ καλῆς στρατείας, διανεμηθέντα ὑπ’ αὐτοῦ τοῖς σεβομένοις τόν ὅσιον τοῦτον Πατέρα, τόν ἐν ἐσχάτοις χρόνοις ἄριστον ὑπογραμμόν τῆς ἀσκητικῆς πολιτείας καί πύκτην ἐμπειρότατον ἐν τοῖς ἐνθέοις ἀγωνίσμασιν, Νικηφόρον τόν λεπρόν, τό καύχημα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καί πάντων ἡμῶν πρέσβυν πρός Θεόν θερμότατον. Οὗ ταῖς πρεσβείαις ἀξιωθείημεν πάντες, ἐν ὑπομονῇ καί μετανοίᾳ εὐαρεστῆσαι τῷ ἐν Τριάδι Θεῷ ἡμῶν, Πατρί, Υἱῷ τε καί Πνεύματι Ἁγίῳ, ὧ ἡ τιμή καί προσκύνησις εἰς τούς αἰῶνας. ΑΜΗΝ.

 

https://wra9.blogspot.com/search/label/ΑΓΙΟΣ%20ΝΙΚΗΦΟΡΟΣ%20Ο%20ΛΕΠΡΟΣ