«Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
το ἐπιεικές ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.
ο Κύριος εγγύς».

μηδέν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντί τῇ προσευχῇ καί τῇ
δεήσει μετά εὐχαριστίας τά αἰτήματα ὑμῶν
γνωριζέσθω πρός τόν Θεόν.

καί ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν
φρουρήσει τάς καρδίας ὑμῶν καί τά νοήματα ὑμῶν
ἐν Χριστῷ Ἰησοῦ.
Τό λοιπόν, ἀδελφοί, ὅσα ἐστίν ἀληθῇ ὅσα σεμνά,
ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῇ, ὅσα εὔφημα,
εἴ τις ἀρετῆ καί εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·

ἅ καί ἐμάθατε καί παρελάβετε καί ἠκούσατε
καί εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε·
καί ὁ Θεός τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.

(Πρός Φιλιπ.δ΄4-)

 
ΠΗΓΗ:ἠλεκτρονικό ταχυδρομεῖο