ΕΥΧΗ ΙΚΕΤΗΡΙΟΣ

ΕΙΣ ΤΗΝ

ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Δημητρίου Μητροπολίτου Ῥοστοβίας

τοῦ νεοφανοῦς Ἁγίου καί θαυματουργοῦ ἐν Ῥωσίᾳ.

 Ὑπεραγία Θεοτόκε παρθένε, σκέπε με καί διαφύλαττε τόν δοῦλόν Σου ἀπό κακοῦ ψυχῆς τε καί σώματος καί ἀπό παντός ἐχθροῦ ὁρατοῦ καί ἀοράτου. Χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά σοῦ. Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Χαῖρε καί εὐφραίνου, Θεοτόκε παρθένε, καί πρέσβευε ὑπέρ τοῦ δούλου Σου, κυρία καί Δέσποινα τῶν Ἀγγέλων καί μῆτερ τῶν χριστιανῶν, βοήθησόν μοι τῷ δούλῳ Σου.

Ὦ Μαρία παναμώμητε, χαῖρε, ἡ χαρά τῶν θλιβομένων καί ἡ παραμυθία τῶν λυπουμένων.Χαῖρε, ἡ τροφή τῶν πεινώντων καί ὁ λιμήν τῶν χειμαζομένων·

χαῖρε, τῶν Ἁγίων Ἁγιωτέρα καί πάσης κτίσεως τιμιωτέρα·

χαῖρε, τοῦ Πατρός Ἁγίασμα, τοῦ Υἱοῦ τό σκήνωμα καί τοῦ Ἁγίου Πνεύματος τό ἐπισκίασμα.

Χαῖρε, τοῦ πάντων βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τό τερπνόν παλάτιον·

χαῖρε, ἡ Μήτηρ τῶν ὀρφανῶν καί ἡ βακτηρία τῶν τυφλῶν·

χαῖρε, τό καύχημα τῶν χριστιανῶν καί τῶν προσκαλουμένων σε ὁ ἕτοιμος βοηθός.

Παναγία Δέσποινά μου, φύλαξόν με ὑπό τήν σκέπην Σου, ὅτι εἰς τάς παναχράντους χεῖράς Σου παρατίθημι τό πνεῦμά μου. Γενοῦ βοηθός καί σκέπη τῆς ψυχῆς μου ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, καί πρέσβευεσέ ὑπέρ ἐμοῦ τοῦ ἀναξίου ἵνα εἰσέλθω καθαρός καί ἁγνός εἰς τόν Παράδεισον.

Μή ἀπορρίψῃς με, Κυρία μου, τόν δοῦλόν Σου, ἀλλά βοήθησόν μοι καί δός μοι τό συμφέρον τῆς αἰτήσεως.

Λύτρωσαί με παντός κινδύνου, ἐπιβουλῆς, ἀνάγκης καί ἀσθενείας, καί δώρησαί μοι πρό τοῦ τέλους μετάνοιαν, ἵνα σῳζόμενος τῇ μεσιτείᾳ καί βοηθείᾳ Σου ἐν μέν τῷ παρόντι βίῳ ἀπό παντός ἐχθροῦ ὁρατοῦ καί ἀοράτου, πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ Σου Υἱοῦ καί Θεοῦ ἡμῶν, ἐν δέ τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως ἀπό τῆς αἰωνίου καί φοβερᾶς κολάσεως, προσκυνῶ, εὐχαριστῶ καί δοξάζω τό πανάγιόν Σου ὄνομα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  Τέλος καί τῇ Τρισηλίῳ Θεότητι

κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.