«…ἀλλ᾿ ἐγώ τήν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγώ ἀπέλθω.
ἐάν γάρ ἐγώ μή ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρός ὑμᾶς· 
ἐάν δέ πορευθῶ, πέμψω αὐτόν πρός ὑμᾶς· 

καί ἐλθών ἐκεῖνος ἐλέγξει τόν κόσμον περί ἁμαρτίας καί 
περί δικαιοσύνης καί περί κρίσεως. 

περί ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·

περί δικαιοσύνης δέ, ὅτι πρός τόν πατέρα μου ὑπάγω καί 
οὐκέτι θεωρεῖτέ με·
περί δέ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.

Ἔτι πολλά ἔχω λέγειν ὑμῖν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι.

ὅταν δέ ἔλθῃ ἐκεῖνος, τό Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τήν ἀλήθειαν· οὐ γάρ λαλήσει ἐφ᾿ ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἄν ἀκούσῃ λαλήσει, καί τά ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.

ἐκεῖνος ἐμέ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καί ἀναγγελεῖ ὑμῖν.

πάντα ὅσα ἔχει ὁ πατήρ ἐμά ἐστι· διά τοῦτο εἵπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καί ἀναγγελεῖ ὑμῖν.

(Ἰωαν. ιστ΄ 6-15)
  
πηγή:ἠλεκτρονικό ταχυδρομεῖο