Ὁδηγίαι διά τήν προσευχήν
( Πρός Τιμ. Α΄ κεφ. β : 1- 6 )

 «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις,
προσευχάς, ἐντεύξεις, εὐχαριστίας,
ὑπέρ πάντων ἀνθρώπων,
ὑπέρ βασιλέων καί πάντων τῶν ἐν ὑπεροχῇ ὄντων,
ἵνα ἤρεμον καί ἡσύχιον βίον διάγωμεν
ἐν πάσῃ εὐσεβείᾳ καί σεμνότητι.

τοῦτο γάρ καλόν καί ἀπόδεκτον ἐνώπιον
τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
ὅς πάντας ἀνθρώπους θέλει σωθῆναι
καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
εἵς γάρ Θεός, εἵς καί μεσίτης Θεοῦ καί ἀνθρώπων,
ἄνθρωπος Χριστός Ἰησοῦς,
ὁ δούς ἑαυτόν ἀντίλυτρον ὑπέρ πάντων,
τό μαρτύριον καιροῖς ἰδίοις»

************