ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ
ΕΙΣ ΤΑ ΥΔΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ
 
Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀποσχολήσας, παρ’ ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει. ὁσάκις ἐὰν ζῶμεν, δι’ ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, δι’ ὑδάτων πλουτοῦμεν· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι’ ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν· οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ’ ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ’ ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται. καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκην|καὶ γὰρ πολλὰ ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶ|ἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγγελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μήπως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημένος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω;τίς ὁ χειραγωγῶν; τίς ὁ τὸ ποτήριον τοῦτο ἐπιδεικνύμενος τῆς ζωῆς; χειραγωγήσατέ με, τὸν ξένον, ἐπὶ τὰ ὕδατα, ὁδηγήσατέ με πρὸς τὴν πηγὴν καὶ ποταμὸν καὶ νάματα πρὸς οὐρανὸν [ἀναβαλλόμενα] ἄνω πηγάζοντα κἀκεῖθεν ἀναβρύοντα, καὶ τοὺς πίστει πίνοντας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν παραπέμποντα· πάνυ γὰρ ἐπιποθοῦμεν τοιούτων ὑδάτων εὑρεῖν σωτηρίαν. ἐλθέ, μακάριε τῶν ἀποστόλων, Ἰωάννη· κάλεσον ἡμᾶς εἰς τὸν Ἰορδάνην. πολλὰ γὰρ περιελθόντες ὕδατα παρὰ σοῦ τὸν θεικὸν ἐκδεχόμεθα στέφανον· καὶ γὰρ οἶδα μὲν προφήτας καὶ πατριάρχας δι’ ὑδάτων [συμβολικῶς] σωζομένους καὶ τὴν κτίσιν ἅπασαν ὕδασιν λουομένην, θεὸν δὲ τὸν ἀναμάρτητον ὕδατι βαπτιζόμενον. οὗτος παρὰ τὸν Ἰορδάνην παραγίνεται βαπτισθῆναι καὶ τὸ μέγα θαῦμα καὶ παράδοξον ἐκπλαγῆναι, ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ἐν ἀρχῇ πρὸς θεόν, θεός, λόγος καὶ θεοῦ υἱός, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος καὶ παρὰ τῶν ἀρχαγγέλων δοξαζόμενος, ὃν ὑμνεῖ τὰ Χερουβὶμ καὶ δοξάζει τὰ Σεραφίμ· μέγα καθάρσιον καὶ εὐαγγέλιον ἐκ τοῦ Ἰορδάνου τῷ κόσμῳ ἐφαπλώσας, διδάσκει τὸ γένος τῶν ἀνθρώπων μὴ καταφρονεῖν τῆς ἐπουρανίου ταύτης χάριτος. καὶ βαπτίζεται ὁ ἀναμάρτητος καὶ τὰ τῆς οἰκουμένης ὕδατα ἁγιάζει. Κύριος γὰρ ἐπὶ ὑδάτων πολλῶν, ἀλλὰ πληροφορεῖ τοὺς παρόντας τίς ὁ βαπτιζόμενος· καὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὸν κατέβαινεν ἐν εἴδει περιστερᾶς, καὶ ὁ πατὴρ ἄνωθεν ἐξ οὐρανῶν ἐβόα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἀληθὴς ἡ προφητεία ἡ λέγουσα· Κύριος ἐπὶ ὑδάτων πολλῶν. ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. τίς ἄρα μετὰ τοσαύτην δόξαν ἀπιστεῖ; τίς ἀμφιβάλλει περὶ τῆς ἐπουρανίου ταύτης χάριτος; οὐκ ἔνι τινὰ τὴν τῶν ἐπουρανίων βασιλείαν ἰδεῖν τοῦ βαπτίσματος μὴ καταξιωθέντα, οὐδὲ ἔστι τέλειον εὑρεθῆναι, κἂν πολιτεύηται κατὰ τοὺς ἀγγέλους, μὴ τῆς δωρεᾶς ταύτης τὸν στέφανον λαβόντα. αὐτὸς ἀπεφήνατο ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγων ἡμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς βασιλείαν τῶν οὐρανῶν. κἂν ἀγγελικῶς τὸν βίον κατορθώσῃ καὶ κατὰ τοὺς ἀποστόλους ἑαυτὸν ἀφιερώσῃ τῷ θεῷ, καταφρονήσῃ δὲ τῆς χάριτος τοῦ βαπτίσματος, οὐ δύναται τέλειος εὑρεθῆναι. οὕτως ἔλεγεν τῷ μακαρίῳ Κορνηλίῳ· Κορνήλιε, αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. ἀλλ’ ἐπὶ τούτοις ὁ τέλειος στέφανος, ἡ διὰ τῶν ὑδάτων πιστὴ δωρεά. διὸ μετεπέμψατο τὸν πρωτοστάτην τῶν ἀποστόλων, Πέτρον, καὶ τὸ λεῖπον ἀνεπλήρωσεν· ἦλθεν, ἐνουθέτησεν, ἐβάπτισεν, ἐστεφάνωσεν. ἵστασο λοιπὸν τῇ πίστει ἑδραῖος, μένε τεθεμελιωμένος ἐπὶ τῇ τῶν ὑδάτων χάριτι. μὴ βλέπῃς ὕδατα καὶ πάλιν ἀμφιβάλλῃς· ἰδὲ πῶς δι’ ὑδάτων σοι ὁ θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν χαρίζεται. μὴ βλέπῃς ὕδατα, καὶ τὸ τῆς δωρεᾶς εὔκολον εἰς καταφρόνησιν λαμβάνῃς. ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ πίστεως· ταῦτα γάρ σοι τὰ ὕδατα τὴν γέενναν σβέννυσιν, ταῦτά σε δροσίζουσιν εἰς τὸν πύρινον ποταμόν, ταῦτα μόνα δυσωπεῖται τὸ φρόνημα τῆς γεέννης. οὕτως ἔλεγεν ζητῶν ὁ πλούσιος ἐν εὐαγγελίοις καὶ βλέπων τὸν Λάζαρον ἀναπαυόμενον ἐν τοῖς κόλποις τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ἐλέησόν με, πάτερ Ἀβραάμ, καὶ πέμψον τὸν Λάζαρον, ἵνα βάψῃ τὸν δάκτυλον αὐτοῦ ὕδατος καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. διὰ τοῦτο, ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ προθυμίας· ταῦτα γάρ σοι τὰ ὕδατα τὸν οὐρανὸν διανοίγει, ταῦτά σε τὰ ὕδατα ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν· ταῦτά σοι τὰ ὕδατα τὸν παράδεισον ἀνοίγει καὶ πνευματικοὺς ὀφθαλμοὺς χαρίζεται· ταῦτά σε τὰ ὕδατα πρὸς ἐπουράνια μυστήρια παραπέμπει, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι. ἐπτερώθης λοιπὸν τῇ διανοίᾳ εἰς οὐρανούς· εἶδες θεὸν τὴν τῶν ὑδάτων ἁγιάζοντα φύσιν· εἶδες ἁγίας τριάδος ἀδιάστατον συμφωνίαν ἐπὶ τῶν ὑδάτων· ἔλαβες παρὰ θεοῦ προφητικὰς ἐπαγγελίας, εὐαγγελιζομένας τὴν σὴν σωτηρίαν· ὁ τῆς ψυχῆς στέφανος πρόδηλος, ἡ τῶν πολυχρονίων ἁμαρτημάτων ἄφεσις ἐγγύς. πάντα καθαρῶς καὶ βεβαίως πρὸς τὴν ἑτοιμασίαν εὐτρέπισον, πίστιν καθαράν, λογισμὸν ἄτρωτον, θεικὸν φόβον, προσκύνησιν ἀληθῆ, ἀγγελικὴν στολήν, πάντα τέλεια τῷ τελείῳ προσκομίζων· μέλλεις γὰρ ὑπὸ τῶν λευιτῶν διακονεῖσθαι, ὑπὸ τῶν ἱερέων χειραγωγεῖσθαι, ὑπὸ τῶν ἀγγέλων δορυφορεῖσθαι, ὑπὸ τῶν ὑδάτων καθαρίζεσθαι, παρὰ τοῦ θεοῦ καὶ πατρὸς στεφανοῦσθαι, ὅτι αὐτῷ πρέπει ἡ δόξα ἅμα τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
https://wra9.blogspot.com/2022/01/blog-post_62.html