«… ὁ δέ εἰσερχόμενος διά τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.

τούτῳ ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει,

καί τά ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καί ἐξάγει αὐτά.

καί ὅταν τά ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται,

καί τά πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν αὐτοῦ·…


(Ἰωάν. ι΄ 2-4)

 …ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καί εἰσελεύσεται καί

ἐξελεύσεται καί νομήν εὑρήσει.

ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἵνα κλέψῃ καί θύσῃ καί ἀπολέσῃ·

ἐγώ ἦλθον ἵνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν.

ἐγώ εἰμι ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλος τήν ψυχήν αὐτοῦ τίθησιν

ὑπέρ τῶν προβάτων·…

(Ἰωάν. ι΄ 9-11)

…καί ἄλλα πρόβατᾳ, ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·

κἀκεῖνά με δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι,

καί γενήσεται μία ποίμνη, εἵς ποιμήν»…

(Ἰωάν. ι΄16)

πηγή:ἠλεκτρονικό ταχυδρομεῖο